Τρίτη 9 Ιουνίου 2020
Ο Απόστολος Βαρνάβας
Η αληθινή εξομολόγηση
Άγιος Λουκάς Κριμαίας
Κυριακή 7 Ιουνίου 2020
Ω, Πνεύμα Άγιο!
Περί αγάπης
Το Άγιο Πνεύμα
Καθηγούμενος Ι. Μ. Εσφιγμένου
Παρασκευή 5 Ιουνίου 2020
Ευαγγελικό Ανάγνωσμα Κυριακής της Πεντηκοστής
ΠΡΩΤΟΤΥΠΟ ΚΕΙΜΕΝΟ
Τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς εἱστήκει ὁ Ἰησοῦς καὶ ἔκραξε λέγων· Ἐάν τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω. Ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Τοῦτο δὲ εἶπε περὶ τοῦ Πνεύματος οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύσαντες εἰς αὐτόν· οὔπω γὰρ ἦν Πνεῦμα Ἅγιον, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη. Πολλοὶ οὖν ἐκ τοῦ ὄχλου ἀκούσαντες τὸν λόγον ἔλεγον· Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης· ἄλλοι ἔλεγον· Οὗτός ἐστιν ὁ Χριστός· ἄλλοι ἔλεγον· Μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ Χριστὸς ἔρχεται; Οὐχὶ ἡ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος Δαυῒδ καὶ ἀπὸ Βηθλέεμ τῆς κώμης, ὅπου ἦν Δαυῒδ, ὁ Χριστὸς ἔρχεται; Σχίσμα οὖν ἐν τῷ ὄχλῳ ἐγένετο δι' αὐτόν. Τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν, ἀλλ' οὐδεὶς ἐπέβαλεν ἐπ' αὐτὸν τὰς χεῖρας. Ἦλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους, καὶ εἶπον αὐτοῖς ἐκεῖνοι· Διατί οὐκ ἠγάγετε αὐτόν; Ἀπεκρίθησαν οἱ ὑπηρέται· Οὐδέποτε οὕτως ἐλάλησεν ἄνθρωπος, ὡς οὗτος ὁ ἄνθρωπος. Ἀπεκρίθησαν οὖν αὐτοῖς οἱ Φαρισαῖοι· Μὴ καὶ ὑμεῖς πεπλάνησθε; μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν ἢ ἐκ τῶν Φαρισαίων; ἀλλ’ ὁ ὄχλος οὗτος ὁ μὴ γινώσκων τὸν νόμον ἐπικατάρατοί εἰσι! Λέγει Νικόδημος πρὸς αὐτούς, ὁ ἐλθὼν νυκτὸς πρὸς αὐτὸν, εἷς ὢν ἐξ αὐτῶν· Μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ ἀκούσῃ παρ' αὐτοῦ πρότερον καὶ γνῷ τί ποιεῖ; Ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ· Μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ; ἐρεύνησον καὶ ἴδε ὅτι προφήτης ἐκ τῆς Γαλιλαίας οὐκ ἐγήγερται. Πάλιν οὖν αὐτοῖς ὁ Ἰησοῦς ἐλάλησε λέγων· Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὁ ἀκολουθῶν ἐμοὶ οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλ' ἕξει τὸ φῶς τῆς ζωῆς.
ΜΕΤΑΦΡΑΣΗ
Αποστολικό Ανάγνωσμα Κυριακής της Πεντηκοστής
ΠΡΩΤΟΤΥΠΟ ΚΕΙΜΕΝΟ
Εν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς πεντηκοστῆς ἦσαν ἅπαντες ὁμοθυμαδὸν ἐπὶ τὸ αὐτό. Καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας, καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήμενοι· καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός, ἐκάθισέ τε ἐφ' ἕνα ἕκαστον αὐτῶν, καὶ ἐπλήσθησαν ἅπαντες Πνεύματος ἁγίου, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις καθὼς τὸ Πνεῦμα ἐδίδου αὐτοῖς ἀποφθέγγεσθαι. Ἦσαν δὲ ἐν Ἱερουσαλὴμ κατοικοῦντες Ἰουδαῖοι, ἄνδρες εὐλαβεῖς ἀπὸ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανόν· γενομένης δὲ τῆς φωνῆς ταύτης συνῆλθε τὸ πλῆθος καὶ συνεχύθη, ὅτι ἤκουον εἷς ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ λαλούντων αὐτῶν. Ἐξίσταντο δὲ πάντες καὶ ἐθαύμαζον λέγοντες πρὸς ἀλλήλους· Οὐκ ἰδοὺ πάντες οὗτοί εἰσιν οἱ λαλοῦντες Γαλιλαῖοι; Καὶ πῶς ἡμεῖς ἀκούομεν ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ ἡμῶν ἐν ᾗ ἐγεννήθημεν, Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμῖται, καὶ οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν, Ἰουδαίαν τε καὶ Καππαδοκίαν, Πόντον καὶ τὴν Ἀσίαν, Φρυγίαν τε καὶ Παμφυλίαν, Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην, καὶ οἱ ἐπιδημοῦντες Ρωμαῖοι, Ἰουδαῖοί τε καὶ προσήλυτοι, Κρῆτες καὶ Ἄραβες, ἀκούομεν λαλούντων αὐτῶν ταῖς ἡμετέραις γλώσσαις τὰ μεγαλεῖα τοῦ Θεοῦ.
ΜΕΤΑΦΡΑΣΗ
Oταν ἔφτασε ἡ ἡμέρα τῆς Πεντηκοστῆς, ἦταν ὅλοι μαζί συγκεντρωμένοι μέ ὁμοψυχία στό ἴδιο μέρος. Ξαφνικά ἦρθε ἀπό τόν οὐρανό μιά βουή σάν νά φυσοῦσε δυνατός ἄνεμος καί γέμισε ὅλο τό σπίτι ὅπου ἔμεναν. Ἐπίσης τούς παρουσιάστηκαν γλῶσσες σάν φλόγες φωτιᾶς, πού μοιράστηκαν καί κάθισαν ἀπό μία στόν καθένα ἀπ΄ αὐτούς. Ὅλοι τότε πλημμύρισαν ἀπό Πνεῦμα Ἅγιο καί ἄρχισαν νά μιλοῦν σέ ἄλλες γλῶσσες, ἀνάλογα μέ τήν ἱκανότητα πού τούς ἔδινε τό Πνεῦμα. Στήν Ἱερουσαλήμ βρίσκονταν τότε εὐσεβεῖς Ἰουδαῖοι ἀπό ὅλα τά μέρη τοῦ κόσμου. Ὅταν ἀκούστηκε αὐτή ἡ βουή, συγκεντρώθηκε πλῆθος ἀπ΄ αὐτούς καί ἦταν κατάπληκτοι, γιατί ὁ καθένας τους ἄκουγε τούς ἀποστόλους νά μιλᾶνε στή δική του γλώσσα. Εἶχαν μείνει ὅλοι ἐκστατικοί καί μέ ἀπορία ἔλεγαν μεταξύ τους: «Μά αὐτοί ὅλοι πού μιλᾶνε δέν εἶναι Γαλιλαῖοι; Πῶς, λοιπόν ἐμεῖς τούς ἀκοῦμε νά μιλᾶνε στή δική μας μητρική γλώσσα; Πάρθοι, Μῆδοι καί Ἐλαμίτες, κάτοικοι τῆς Μεσοποταμίας, τῆς Ἰουδαίας, τῆς Καππαδοκίας, τοῦ Πόντου καί τῆς Ἀσίας, τῆς Φρυγίας καί τῆς Παμφυλίας, τῆς Αἰγύπτου, καί ἀπό τά μέρη τῆς λιβυκῆς Κυρήνης, Ρωμαῖοι πού εἶναι ἐγκατεστημένοι ἐδῶ, Κρητικοί καί Ἄραβες, ὅλοι ἐμεῖς, εἴτε ἰουδαϊκῆς καταγωγῆς εἴτε προσήλυτοι, τούς ἀκοῦμε νά μιλοῦν στίς γλῶσσες μας γιά τά θαυμαστά ἔργα τοῦ Θεοῦ».









