Πρωτότυπο
Κατ' ἀρχάς σύ, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σου εἰσιν οἱ οὐρανοί· αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτούς, καὶ ἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι». Πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέ ποτε· «Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου»; Οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν; Διὰ τοῦτο δεῖ περισσοτέρως ἡμᾶς προσέχειν τοῖς ἀκουσθεῖσι, μή ποτε παραρρυῶμεν. Εἰ γὰρ ὁ δι' ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος, καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν, πῶς ἡμεῖς ἐκφευξόμεθα τηλικαύτης ἀμελήσαντες σωτηρίας; Ἣτις ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ Κυρίου, ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη.
Μετάφραση
Εσύ, Κύριε, ἀρχικά στερέωσες τή γῆ κι ἔργο δικό σου εἶναι οἱ οὐρανοί. Αὐτοί θά ἐξαφανιστοῦν, ἐνῶ ἐσύ αἰώνια παραμένεις. Τά πάντα θά παλιώσουνε σάν ροῦχο. Σάν μανδύα θά τούς τυλίξεις, καί θ΄ ἀλλάξουν. Ἐσύ ὅμως παραμένεις πάντα ὁ ἴδιος, τά χρόνια σου ποτέ δέν θά τε-λειώσουν. Σέ κανένα ἀπ΄ τούς ἀγγέλους δέν εἶπε ποτέ ὁ Θεός: Κάθισε στά δεξιά μου, ὡσότου ὑποτάξω τούς ἐχθρούς σου κάτω ἀπό τά πόδια σου. Δέν εἶναι, λοιπόν, ὅλοι οἱ ἄγγελοι πνεύματα πού ὑπηρετοῦν τόν Θεό κι ἀποστέλλονται ἀπ΄ αὐτόν γιά νά βοηθήσουν ὅσους μέλ-λουν νά σωθοῦν; Γι΄ αὐτό κι ἐμεῖς πρέπει νά μένουμε πιό σταθεροί στίς ἀλήθειες πού ἀκούσαμε, γιά νά μήν ξεστρατίσουμε ποτέ. Γιατί, ἄν ὁ λόγος πού δόθηκε ἄλλοτε μέσω ἀγγέλων, ἀποδείχτηκε ἀληθινός, κι ὅσοι τόν παρέβηκαν ἤ δέν ὑπάκουσαν σ΄ αὐτόν δέχτηκαν τήν τιμωρία πού τούς ἔπρεπε, πῶς εἶναι δυνατόν ἐμεῖς νά ξεφύγουμε, ἄν δέν δώσουμε τήν προσοχή πού ταιριάζει σέ μία τόσο σπουδαία σωτηρία; Τή σωτηρία αὐτή, πού ἄρχισε νά διακηρύττει ὁ Κύριος, μᾶς τή βεβαίωσαν ὅσοι ἄκουσαν τόν λόγο του.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου